Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.85 Joseph. AJ 10.89 (English) >>Joseph. AJ 10.94

10.87τέσσαρα δʼ ἔτη βασιλεύοντος ἤδη τοῦ Ναβουχοδονοσόρου ὄγδοον ἦν τῷ Ἰωακείμῳ τῷ τῶν Ἑβραίων ἔχοντι τὴν ἀρχήν, καὶ στρατεύει μετὰ πολλῆς δυνάμεως ἐπὶ τοὺς Ἰουδαίους Βαβυλώνιος φόρους αἰτῶν τὸν Ἰωάκειμον πολεμήσειν ἀπειλῶν. δὲ δείσας τὴν ἀπειλὴν καὶ τὴν εἰρήνην ἀντικαταλλαξάμενος τῶν χρημάτων ἤνεγκεν αὐτῷ φόρους οὓς ἔταξεν ἐπὶ ἔτη τρία. 10.88

Τῷ δὲ τρίτῳ στρατεύειν τοὺς Αἰγυπτίους ἀκούσας ἐπὶ τὸν Βαβυλώνιον καὶ τοὺς φόρους αὐτῷ μὴ δοὺς διεψεύσθη τῆς ἐλπίδος· 10.89οἱ γὰρ Αἰγύπτιοι ποιήσασθαι τὴν στρατείαν οὐκ ἐθάρρησαν. ταῦτα δὲ προφήτης Ἱερεμίας κατὰ πᾶσαν ἡμέραν προύλεγεν, ὡς μάτην ταῖς παρὰ τῶν Αἰγυπτίων ἐλπίσι προσανέχουσι, καὶ ὡς δεῖ τὴν πόλιν ὑπὸ τοῦ Βαβυλωνίων βασιλέως ἀνάστατον γενέσθαι, καὶ Ἰωακείμῳ τῷ βασιλεῖ χειρωθῆναι ὑπʼ αὐτοῦ. 10.90ἀλλὰ ταῦτʼ οὐδὲν χρήσιμον οὐκ ὄντων τῶν σωθησομένων ἐλέγετο· καὶ γὰρ τὸ πλῆθος καὶ οἱ ἄρχοντες ἀκούοντες παρημέλουν, καὶ πρὸς ὀργὴν λαμβάνοντες τὰ λεγόμενα ὡς οἰωνιζομένου κατὰ τοῦ βασιλέως τοῦ προφήτου τὸν Ἱερεμίαν ᾐτιῶντο, καὶ ὑπάγοντες δίκῃ καταψηφισθῆναι πρὸς τιμωρίαν ἠξίουν. 10.91καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατʼ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.85 Joseph. AJ 10.89 (English) >>Joseph. AJ 10.94

Powered by PhiloLogic